ὀνόματῑὁ δ' ἔξω βέβηλος: τὸ γὰρ ἀνίερος ἁρμόττοι ἂν μᾶλλον ἐπὶ
τῶν οὐ καθαρῶν τόπων. εἰ μέντοι καί τι χωρίον ἄβατον εἴη τοῦ
ἱεροῦ, τοῦτο καὶ ἄδυτον εἴποις ἂν καὶ ἄψαυστον καὶ ἀψαυστούμενον
καὶ ἀθέατον καὶ ἀνάκτορον. οἱ δ' ἀνειμένοι θεοῖς τόποι ἄλση τε
καὶ τεμένη καὶ ἕρκη, καὶ ὁ περὶ αὐτὰ κύκλος περίβολος. εἰ δὲ καὶ
ἄσυλόν τι εἴη, τοῦτο καὶ κρησφύγετον λέγε καὶ φύξιμον: καὶ ἱεροὺς
ὅρους, ἐντὸς ὧν τοῖς ἱκέταις ἀσφάλεια. ἡ δ' ἄνετος θεοῖς γῆ ἱερὰ
καὶ ὀργάς.
τὸ δὲ οἰκοδομῆσαι νεὼν λέγοις ἂν καὶ περιβαλέσθαι νεὼν καὶ
ἐγεῖραι νεὼν καὶ ἀναστῆσαι νεὼν καὶ ποιῆσαι νεὼν καὶ νεὼν ἐρ­
γάσασθαι, καὶ συνθεὶς νεωποιῆσαι. φιλοτιμότερον δὲ καὶ τὸ νεὼν
περιεργάσασθαι τῷ ἀγάλματι. τὸ δὲ ἄγαλμα ἱδρύσασθαι ἐρεῖς
καὶ στήσασθαι, ἐνστήσασθαι, ἀναστῆσαι, καθιδρῦσαι, ἐγκαθιδρύ­
σασθαι, ἐγκαθίσαι τῷ νεῴ, καθοσιῶσαι, καθιερῶσαι, ἐντεμενίσαι.
τὸ δὲ ἔργον ἵδρυσις, καθιέρωσις, στάσις, ἀνάστασις, καθίδρυσις,
κατάστασις, καθοσίωσις, ἐργασία, ποίησις. τὰ δὲ ἐναντία ἀνα­
τρέψαι, καθελεῖν, καταβαλεῖν, κατενεγκεῖν, καθελκύσαι, συγχέαι
τὸν κόσμον τοῦ νεώ, καταπρῆσαι, ἐμπρῆσαι, καταφλέξαι, πυρὶ νεῖμαι,
ἐκ βάθρων ἀνασπάσαι, ἀκρωτηριάσαι. τὸ δὲ ἔργον ἀνατροπή, καθαί­
ρεσις, ἀκρωτηριασμός. οἱ δὲ κατασκευάζοντες τοὺς νεὼς καὶ τὰ
ἀγάλματα τεχνῖται, τοὺς μὲν περὶ τὸν νεὼν λιθοξόους τε καὶ οἰκο­
δόμους καὶ τέκτονας εἴποις ἄν, φιλοτιμούμενος δὲ καὶ νεωποιοὺς
καὶ ἱεροποιούς, τοὺς δὲ ἐπὶ τοῖς ἀγάλμασι χειροτέχνας οὐκ ἀγαλματο­
ποιοὺς μόνον οὐδ' ἀγαλματουργούς, ἀλλὰ καὶ θεοποιοὺς καὶ θεοπλάς­
τας, ὡς Ἀριστοφάνης ̔ι φργ 786, 787 κο ̓, ὥσπερ τὴν τέχνην
ἀγαλματοποιίαν καὶ ἀγαλματουργίαν καὶ ἀγαλματοποιικὴν καὶ
θεοποιητικὴν καὶ ἀγαλματουργικήν, οὐ μὴν καὶ θεοποιίαν: δυσχε­
ρὲς γὰρ πρὸς τὴν ἀκοὴν τοὔνομα. τὸ δὲ ἐργάσασθαι θεοὺς ἔστιν εἰπεῖν,