1024
χαλκευτικῆς καὶ οἰκοδομικῆς καὶ τεκτονικῆς καὶ ζωγραφικῆς
καὶ
τῆς ἐν τούτοις κατὰ χεῖρα ἀσκήσεως: τὸν μὲν οὖν ἐν
ταῖς
προειρημέναις ἐπιστήμαις ἐκ παιδὸς γενόμενον κἀν
ταῖς
προειρημέναις τέχναις ἕξιν εἰληφότα πρὸς δὲ τού-
τοις φύσιν εὐκίνητον ἔχοντα, κράτιστον ἔσεσθαι μηχανι-
κῶν ἔργων εὑρετὴν καὶ ἀρχιτέκτονά φασιν. μὴ δυνατοῦ δ'
ὄντος
τὸν αὐτὸν μαθημάτων τε τοσούτων περιγενέ-
σθαι καὶ μαθεῖν ἅμα τὰς προειρημένας τέχνας παραγγέλ-
λουσι τῷ τὰ μηχανικὰ ἔργα μεταχειρίζεσθαι βουλομένῳ
χρῆσθαι
ταῖς οἰκείαις τέχναις ὑποχειρίοις ἐν ταῖς παρ'
ἕκαστα
χρείαις.

Μάλιστα δὲ πάντων ἀναγκαιόταται τέχναι τυγχάνουσιν
πρὸς
τὴν τοῦ βίου χρείαν [μηχανικὴ προηγουμένη τῆς ἀρχιτεκ-
τονικῆς] τε τῶν μαγγαναρίων, μηχανικῶν καὶ αὐτῶν κατὰ
τοὺς
ἀρχαίους λεγομένων (μεγάλα γὰρ οὗτοι βάρη διὰ μηχα-
νῶν παρὰ φύσιν εἰς ὕψος ἀνάγουσιν ἐλάττονι δυνάμει κι-
νοῦντεσ), καὶ τῶν ὀργανοποιῶν τῶν πρὸς τὸν πόλεμον
ἀναγκαίων
, καλουμένων δὲ καὶ αὐτῶν μηχανικῶν (βέλη γὰρ
καὶ
λίθινα καὶ σιδηρᾶ καὶ τὰ παραπλήσια τούτοις ἐξαπο-
στέλλεται εἰς μακρὸν ὁδοῦ μῆκος τοῖς ὑπ' αὐτῶν γινομένοις
ὀργάνοις
καταπαλτικοῖσ), πρὸς δὲ ταύταις τῶν ἰδίως
πάλιν
καλουμένων μηχανοποιῶν (ἐκ βάθους γὰρ πολλοῦ
ὕδωρ
εὐκολώτερον ἀνάγεται διὰ τῶν ἀντληματικῶν ὀργά-
νων ὧν αὐτοὶ κατασκευάζουσιν). καλοῦσι δὲ μηχανικοὺς
οἱ
παλαιοὶ καὶ τοὺς θαυμασιουργοὺς, ὧν οἱ μὲν διὰ πνευ-
μάτων φιλοτεχνοῦσιν, ὡς Ἥρων πνευματικοῖς, οἱ δὲ διὰ νευ-
ρίων καὶ σπάρτων ἐμψύχων κινήσεις δοκοῦσι μιμεῖσθαι, ὡς
Ἥρων αὐτομάτοις καὶ ζυγίοις, ἄλλοι δὲ διὰ τῶν ἐφ' ὕδατος
ὀχουμένων
, ὡς Ἀρχιμήδης ὀχουμένοις, τῶν δι' ὕδατος ὡρο-