258

κεῖσθαι καὶ συμπεπλέχθαι ἀλλήλοις, καθὰ μέλλομεν
δηλοῦν.
Ἔστω τὸ εἰρημένον γλωσσόκομον τὸ ΑΒΓΔ, ἐν
ᾧ ἄξων ἔστω διακείμενος, ὡς εἴρηται, καὶ δυνάμενος
εὐλύτως στρέφεσθαι ὁ ΕΖ. τούτῳ δὲ συμφυὲς ἔστω
τύμπανον ὠδοντωμένον τὸ ΗΘ ἔχον τὴν διάμετρον,
εἰ τύχοι, πενταπλασίονα [2τῆσ]2 τοῦ ΕΖ ἄξονος δια­
μέτρου. καὶ ἵνα ἐπὶ παραδείγματος τὴν κατασκευὴν
ποιησώμεθα, ἔστω τὸ μὲν ἀγόμενον βάρος ταλάντων
χιλίων, ἡ δὲ κινοῦσα δύναμις ἔστω ταλάντων ε#, του­
τέστιν ὁ κινῶν ἄνθρωπος ἢ παιδάριον, ὥστε δύνασθαι
καθ' ἑαυτὸν ἄνευ μηχανῆς ἕλκειν τάλαντα ε#. οὐκοῦν
ἐὰν τὰ ἐκ τοῦ φορτίου ἐνδεδεμένα ὅπλα διά τινος
[2ὀπῆς οὔσησ]2 ἐν τῷ ΑΒ τοίχῳ ἐπειληθῇ περὶ τὸν ΕΖ
ἄξονα, %κατειλούμενα τὰ ἐκ τοῦ φορτίου ὅπλα κινήσει
τὸ βάρος. ἵνα δὲ κινηθῇ τὸ ΗΘ τύμπανον, [...] μει
ὑπάρχειν πλέον ταλάντων διακοσίων διὰ τὸ τὴν διά­
μετρον τοῦ τυμπάνου τῆς διαμέτρου τοῦ ἄξονος, ὡς