847β

ἐν τῷ γένει τούτῳ τὰ περὶ τὸν μοχλόν.ἄτοπον γὰρ
εἶναι δοκεῖ τὸ κινεῖσθαι μέγα βάρος ὑπὸ μικρᾶς ἰσχύος,
καὶ ταῦτα μετὰ βάρους πλείονος: ὃ γὰρ ἄνευ μοχλοῦ κινεῖν
οὐ δύναταί τις, τοῦτο ταὐτὸ βάρος, προσλαβὼν ἔτι τὸ
τοῦ μοχλοῦ βάρος, κινεῖ θᾶττον.πάντων δὲ τῶν τοιούτων
ἔχει τῆς αἰτίας τὴν ἀρχὴν ὁ κύκλος.καὶ τοῦτο εὐλόγως
συμβέβηκεν: ἐκ μὲν γὰρ θαυμασιωτέρου συμβαίνειν τι
θαυμαστὸν οὐδὲν ἄτοπον,

θαυμασιώτατον δὲ τὸ τἀναντία
γίνεσθαι μετ' ἀλλήλων.ὁ δὲ κύκλος συνέστηκεν ἐκ τοιούτων:
εὐθὺς γὰρ ἐκ κινουμένου τε γεγένηται καὶ μένοντος, ὧν ἡ
φύσις ἐστὶν ὑπεναντία ἀλλήλοις. ὥστ' ἐνταῦθα ἔστιν ἐπιβλέψασιν
ἧττον θαυμάζειν τὰς συμβαινούσας ὑπεναντιώσεις
περὶ αὐτόν.πρῶτον μὲν γὰρ τῇ περιεχούσῃ γραμμῇ τὸν
κύκλον, πλάτος οὐθὲν ἐχούσῃ, τἀναντία πως προσεμφαίνεται,
τὸ κοῖλον καὶ τὸ κυρτόν.ταῦτα δὲ διέστηκεν ἀλλήλων
ὃν τρόπον τὸ μέγα καὶ τὸ μικρόν: ἐκείνων τε γὰρ
μέσον τὸ ἴσον καὶ τούτων τὸ εὐθύ. διὸ μεταβάλλοντα εἰς
ἄλληλα τὰ μὲν ἀναγκαῖον ἴσα γενέσθαι πρότερον ἢ τῶν