Ἰούλιος Πολυδεύκης Κομμόδῳ Καίσαρι χαίρειν. ὦ παῖ πατρὸς
ἀγαθοῦ, πατρῷόν ἐστί σοι κτῆμα κατ' ἴσον βασιλεία τε καὶ σοφία.
τῆς δὲ σοφίας τὸ μέν τι ἐν τῇ τῆς ψυχῆς ἀρετῇ, τὸ δ' ἐν τῇ χρείᾳ
τῆς φωνῆς. τῆς μὲν οὖν ἀρετῆς ἔχεις τὸ μάθημα ἐν τῷ πατρί, τῆς
δὲ φωνῆς, εἰ μὲν ἦγεν αὐτὸς σχολήν, παρεῖχεν ἄν σοι τὸ ἡμῶν
ἐλάχιστα δεῖσθαι: ἐπεὶ δ' ἐκεῖνον ἡ σωτηρία τῆς οἰκουμένης ἀπασχολεῖ,
ἔγωγ' οὖν ἕν γέ τί σοι πρὸς εὐγλωττίαν συμβαλοῦμαι. ὀνομαστικὸν
μὲν οὖν τῷ βιβλίῳ τὸ ἐπίγραμμα, μηνύει δὲ ὅσα τε συνώνυμα ὡς
ὑπαλλάττειν δύνασθαι, καὶ οἷς ἂν ἕκαστα δηλωθείη: πεφιλοτίμηται
γὰρ οὐ τοσοῦτον εἰς πλῆθος ὁπόσον εἰς κάλλους ἐκλογήν. οὐ μέντοι
πάντα τὰ ὀνόματα περιείληφε τοῦτο τὸ βιβλίον: οὐδὲ γὰρ ἦν ῥᾴδιον
ἑνὶ βιβλίῳ πάντα συλλαβεῖν. ποιήσομαι δὲ τὴν ἀρχὴν ἀφ' ὧν μάλιστα
προσήκει τοὺς εὐσεβεῖς, ἀπὸ τῶν θεῶν: τὰ δ' ἄλλα ὡς ἂν ἕκαστον
ἐπέλθῃ τάξομεν. ἔρρωσο.

Θεὸς καὶ θεοὶ καὶ δαίμονες: οὕτω γὰρ Ὁμήρῳ ̔α 222 σαεπ ̓
δοκεῖ δαίμονας καλεῖν τοὺς θεούς. καὶ Πλάτων ̔πολιτ 272 ε ̓ δὲ "τὸν
τοῦ παντὸς κυβερνήτην μέγιστον δαίμονα" ὠνόμασεν, ἐπειδὴ τῆς αὐτῆς
χρείας τὸ θεῖον καὶ τὸ δαιμόνιον. καὶ τὸ μὲν χωρίον ἐν ᾧ θερα­
πεύομεν τοὺς θεούς, ἱερὸν καὶ νεώς, ἔνθα δὲ καθιδρύομεν, σηκὸς
καὶ τέμενος: οἱ μὲν γὰρ ἀκριβέστεροι σηκὸν τὸν τῶν ἡρώων
λέγουσιν, οἱ δὲ ποιηταὶ καὶ τὸν τῶν θεῶν, ὡς οἱ τραγῳδοὶ ̔τγφ
αδεσπ 424 ̓ "ἁγνὸν εἰς σηκὸν θεοῦ." τὸ δὲ πρὸ αὐτοῦ πρόδομος, καὶ
τὸ κατόπιν ὀπισθόδομος, καὶ ἡ εἴσοδος προπύλαια. αὐτὰ δὲ ἃ θερα­
πεύομεν, ἀγάλματα, ξόανα, ἕδη θεῶν, εἰκάσματα θεῶν, εἰκόνες, μιμή­
ματα, τυπώματα, εἴδη, ἰδέαι. βρέτας δὲ ἢ δείκηλον οὐκ ἔγωγε
προσίεμαι. ἐφ' ὧν δὲ θύομεν ἢ πῦρ ἀνακαίομεν, βωμός, θυμιατήριον,
ἑστία: ἔνιοι γὰρ οὕτως ὠνομάκασιν. οὕτω δ' ἂν κυριώτατα καλοῖτο
ἡ ἐν πρυτανείῳ, ἐφ' ἧς τὸ πῦρ τὸ ἄσβεστον ἀνάπτεται. ἐσχάρα
δ' ἰδικῶς δοκεῖ μὲν ὧδε ὀνομάζεσθαι, ἐφ' ἧς τοῖς ἥρωσιν ἀπο­
θύομεν: ἔνιοι δὲ τῶν ποιητῶν ̔αεσξη περς 205, ευρ συππλ 33 σαεπ ̓
καὶ τὸν τῶν θεῶν βωμὸν οὕτω κεκλήκασιν.
εἴη δ' ἂν ὁ μὲν εἴσω περιρραντηρίων τόπος ἔνθεος, ἱερός,
καθιερωμένος, καθωσιωμένος, ἀβέβηλος̄καίτοι οὐδέπω ἐντετύχηκα τῷ