1022
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗΣ Η.
Περιέχει δὲ μηχανικὰ προβλήματα σύμμικτα ἀνθηρά.

μηχανικὴ θεωρία, τέκνον Ἑρμόδωρε, πρὸς πολλὰ
καὶ
μεγάλα τῶ ἐν τῷ βίῳ χρήσιμος ὑπάρχουσα πλείστης
εἰκότως
ἀποδοχῆς ἠξίωται πρὸς τῶν φιλοσόφων καὶ πᾶσι
τοῖς
ἀπὸ τῶν μαθημάτων περισπούδαστός ἐστιν, ἐπειδὴ
σχεδὸν
πρώτη τῆς περὶ τὴν ὕλην τῶν ἐν τῷ κόσμῳ στοι-
χείων φυσιολογίας ἅπτεται. στάσεως γὰρ καὶ φορᾶς σωμά-
των καὶ τῆς κατὰ τόπον κινήσεως ἐν τοῖς ὅλοις θεωρημα-
τικὴ τυγχάνουσα τὰ μὲν κινούμενα κατὰ φύσιν αἰτιολογεῖ,
τὰ
δ' ἀναγκάζουσα παρὰ φύσιν ἔξω τῶν οἰκείων τόπων εἰς
ἐναντίας
κινήσεις μεθίστησιν ἐπιμηχανωμένη διὰ τῶν ἐξ
αὐτῆς
τῆς ὕλης ὑποπιπτόντων αὐτῇ θεωρημάτων. τῆς δὲ
μηχανικῆς
τὸ μὲν εἶναι λογικὸν τὸ δὲ χειρουργικὸν οἱ περὶ
τὸν
Ἥρωνα μηχανικοὶ λέγουσιν: καὶ τὸ μὲν λογικὸν συν-
εστάναι μέρος ἔκ τε γεωμετρίας καὶ ἀριθμητικῆς καὶ ἀστρο-
νομίας καὶ τῶν φυσικῶν λόγων, τὸ δὲ χειρουργικὸν ἔκ τε