5
Τῆς ἐν φιλοσοφίᾳ διατριβῆς τὸ
μέγιστον καὶ ἀναγκαιότατον μέρος
ὑπάρχει τὸ περὶ ἀταραξίας, περὶ ἧς
πλεῖσταί τε ὑπῆρξαν ζητήσεις παρὰ
τοῖς μεταχειριζομένοις τὴν σοφίαν
καὶ μέχρι νῦν ὑπάρχουσιν: καὶ νο­
μίζω μηδὲ τέλος ποτὲ ἕξειν διὰ τῶν
λόγων τὴν περὶ αὑτῆς ζήτησιν.
μηχανικὴ δὲ ὑπερβᾶσα τὴν διὰ
λόγων περὶ ταύτης διδασκαλίαν
ἐδίδαξεν πάντας ἀνθρώπους ἀτα­
ράχως ζῆν ἐπίστασθαι δι' ἑνὸς καὶ
ἐλαχίστου μέρους αὐτῆς, λέγω δὴ
τοῦ κατὰ τὴν καλουμένην "βελο­
ποιίαν", δι' ἧς οὔτε ἐν εἰρηνικῇ


καταστάσει ταραχθήσονταί ποτε ἐχ­
θρῶν καὶ πολεμίων ἐπανόδοις,
οὔτε ἐνστάντος πολέμου ταραχθή­
σονταί ποτε τῇ παραδιδομένῃ ὑπ'
αὐτῆς διὰ τῶν ὀργάνων φιλοσοφίᾳ.
διὸ τοῦ μέρους τούτου ἐν παντὶ