235

Ἐπίκουρος Ἡροδότῳ χαίρειν.

Τοῖς μὴ δυναμένοις, ὦ Ἡρόδοτε, ἕκα­
στα τῶν περὶ φύσεως ἡμῖνἀναγεγραμ
μένων ἐξακριβοῦν μηδὲ τὰς μείζους
τῶν συντεταγμένων βίβλους διαθρεῖν, ἐπιτομὴν
τῆς ὅλης πραγματείας εἰς τὸ κατασχεῖν τῶν ὁλο­
σχερωτάτων δοξῶν τὴν μνήμην ἱκανῶς αὐτοῖς
παρεσκεύασα, ἵνα παρ' ἑκάστους τῶν καιρῶν ἐν τοῖς
κυριωτάτοις βοηθεῖν αὑτοῖς δύνωνται, καθ' ὅσον
ἂν ἐφάπτωνται τῆς περὶ φύσεως θεωρίας. καὶ τοὺς
προβεβηκότας δὲ ἱκανῶς ἐν τῇ τῶν ὅλων ἐπιβλε
́ψει τὸν τύπον τῆς ὅλης πραγματείας τὸν κατε­
στοιχειωμένον δεῖ μνημονεύειν: τῆς γὰρ ἀθρόας ἐπι­
βολῆς πυκνὸν δεόμεθα, τῆς δὲ κατὰ μέρος οὐχ
ὁμοίως. βαδιστέον μὲν οὖν καὶ ἐπ' ἐκεῖνα συνε­
χῶς, ἐν τῇ μνήμῃ. τοσοῦτο ποιητέον, ἀφ'οὗ ἥ τε
κυριωτάτη ἐπιβολὴ ἐπὶ τὰ πράγματα ἔσται καὶ
δὴ καὶ τὸ κατὰ μέρος ἀκρίβωμα πᾶν ἐξευρήσε­
ται, τῶν ὁλοσχερωτάτων τυ
πων εὖ περιειλημμε­
́νων καὶ μνημονευομένων. ἐπεὶ καὶ τῷ τετελεσιουργη­
μένῳ τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνε­
ται, τὸ ταῖς ἐπιβολαῖς ὀξέως δύνασθαι καὶ πρὸς
ἁπλᾶ στοιχειώματα καὶ φωνὰς συναγομένων. οὐ
γὰρ οἷόν τε τὸ πύκνωμα τῆς συνεχοῦς τῶν ὅλων περι­
οδείας εἶναι μὴ δυναμένου διὰ βραχεῶν φωνῶν
ἅπαν ἐμπερι­λαβεῖν ἐν αὑτῷ τὸ κατὰ μέρος ἂν
ἐξακριβωθέν. ὅθεν δὴ πᾶσι χρησίμης οὔσης τοῖς
ᾠκειωμένοις φυσιολογίᾳ, τῆς τοιαύτης ὁδοῦ, παρ