Ταῦτα δὲ πάντα, Πυθόκλεις, μνημόνευσον: κατὰ πολύ τε
γὰρ
τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ.
μάλιστα
δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας
καὶ
τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι δὲ κριτηρίων καὶ παθῶν,
καὶ
οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα. ταῦτα γὰρ μάλιστα συν­
θεωρούμενα
ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν
ποιήσει
. οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες μάλιστα οὔτε <ἂν>
αὐτὰ
ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν
ταῦτα
περιεποιήσαντο.