| Epicurus Varia 1887 | ||||||
|
πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο
ἄθροισμα. καὶ κατ' ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συν
τελεῖσθαι.
Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ
ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γί
νεται: καὶ κατὰ φορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτη
μένων, ἐν οἷς τόποις μάλιστα δρόσος συντελεῖται, εἶτα σύνοδον
τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πά
λιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθά περ ὁμοίως καὶ παρ'
ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα <συν
τελούμενα θεορεῖται. Καὶ πάχνη δὲ οὐ διαφερόντως> συντελεῖται
τῶν δρόσων, τοιούτων τινῶν πῆξίν τινα ποιὰν λαβόντων διὰ
περίστασίν τινα ἀέρος ψυχροῦ.
Κρύσταλλος συντελεῖται καὶ κατ' ἔκθλιψιν μὲν τοῦ περι
φεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν
καὶ ὀξυγωνίων τῶν ἐν τῇ ὕδατι ὑπαρχόντων: καὶ κατὰ ἔξωθεν
δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι
παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα.